10 Μαΐου 2023

Μεγαλυνάρια Αγίου Θεοδώρου Βυζαντίου, Πολιούχου Μυτιλήνης.

 Μεγαλυνάρια ψαλλόμενα κατὰ τὴν Λιτανείαν τοῦ τιμίου Λειψάνου τοῦ Ἁγίου Νεομάρτυρος Θεοδώρου Βυζαντίου τοῦ και Πολιοῦχου Μυτιλήνης, την Δ΄ Κυριακή από του Πάσχα.

(Ἦχος γ´. Ἀκατάληπτόν ἐστι).
Μεγαλύνομεν πιστοί, τοῦ παντὸς τὸν Κύριον, θαυμαστώσαντα ἐν γῇ, τοὺς Ἁγίους Μάρτυρας.
Μεγαλύνομεν πιστοί, τὴν σεμνὴν Παντάνασσαν, τὴν Μητέρα τοῦ Θεοῦ, καὶ Δεσπότου τοῦ παντός.
Δεῦτε ὕμνοις στέψωμεν, τὸν κλεινὸν Θεόδωρον, Βυζαντίου γέννημα, Μυτιλήνης καύχημα.
Βασιλὶς τῶν πόλεων, δεῦρο στῆθι μεθ᾿ ἡμῶν, ὕμνων προεξάρχουσα, Θεοδώρου Μάρτυρος.
Ιερεῖς καὶ ἄρχοντες, δεῦτε μεγαλύνωμεν, ἐγκωμίων ᾄσμασι, τὸν σεπτὸν Θεόδωρον.
Ανακτόρων θέλγητρα, φεύγων ὁ Θεόδωρος, μαρτυρίου στέφανον, εὐθαρσῶς προέκρινεν.
῍Ω κλεινὲ Θεόδωρε, Βυζαντίου σέμνωμα, τῶν ἀπίστων ᾔσχυνας, τὴν ὀφρὺν καὶ ἔπαρσιν.
Πρῶτον τάφον ᾤκησας, ὑπὸ τῶν πιστῶν σιγῇ, ἐν νυκτὶ φερόμενος, εἰς Χρυσομαλλούσης γῆν.
Σῆς πανώλους τὴν ὀργήν, σὺ καθῆλες ἔνδοξε, καὶ λαὸν διέσωσας, Μυτιλήνης φεύγοντα.
῞Ινα σώσῃς τὸν λαόν, ὤφθης ὄναρ Ἱερεῖ, Καλλινίκῳ καὶ αὐτόν, χαίρων καθωδήγησας.
Λιτανεύοντες πιστοί, τὴν ἁγίαν λάρνακα, ἀπηλλάγησαν λοιμοῦ, τὸν Θεὸν δοξάζοντες.
Τὸ σεπτόν σου λείψανον, πόθῳ ἀσπαζόμενοι, ἀπαντλοῦμεν δύναμιν, χάριν, ἁγιότητα.
Οἱ τὴν Λέσβον νέοντες, χριστοφόροι ᾄσατε, ὕμνοις μεγαλύνοντες, τὸ τῆς νήσου καύχημα.
῾Ως ποτὲ ἀπήλλαξε, τῆς πανώλους ἅπαντας, οὕτω πόλιν καὶ λαόν, σώσει κινδυνεύοντας.
Οἱ πιστοὶ προστρέχουσι, πάντες μετὰ πίστεως, πρὸς τὴν θείαν λάρνακα, τοῦ Ἁγίου Μάρτυρος.
Προσκομίζουσιν αὐτώ, εὐλαβείας δείγματα, καὶ ἀντλοῦσι χάριτας, ἰαμάτων ἅπαντες.
Φαίροντες γεραίρομεν, τὴν ἁγίαν μνήμην σου, τὰ σεπτά σου λείψανα, πόθῳ λιτανεύοντες.
᾿Εν πολέμῳ ἔδειξας, τὴν σὴν πόλιν ἄτρωτον, καὶ σεισμῶν ἐτήρησας, σαῖς εὐχαῖς ἀκλόνητον.
Καὶ νῦν στῆθι μεθ᾿ ἡμῶν, ἱκετεύων πρὸς Θεόν, πόλιν ἣν ἠγάπησας, τῶν δεινῶν λυτρώσασθαι.
(Στίχοι.
Πρόπαλαι Ἰάκωβος Β' ὁ Μυτιλήνης,
Θεοδώρῳ ὕφανε σειρὰν ᾀσμάτων,
ἣν ὁ Ῥόδου Κύριλλος νῦν ἐπαυξήσας,
ἔχοιεν τὸν Μάρτυρα θεῖον προστάτην).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου