Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου
ἐπισκόπου πόλεως Κωνσταντίας, τῆς Κυπριωνήσου
ΤΑ ΟΝΟΜΑΤΑ ΤΩΝ ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΩΝ ΠΟΥ ΕΚΗΡΥΞΑΝ ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ ΧΡΙΣΤΟΥ ΚΑΙ ΠΩΣ ΕΤΕΛΕΙΩΘΗΣΑΝ
α´. Σίμων Πέτρος ὁ τῶν ἀποστόλων κορυφαῖος, ὡς διὰ τῶν ἐπιστολῶν αὐτοῦ φαίνεται δηλῶν ἐν Πόντῳ καὶ Γαλατίᾳ καὶ Καππαδοκίᾳ καὶ Βιθυνίᾳ καὶ ἐν Ἰταλίᾳ, Ἀσίᾳ καὶ ἐν τῷ Ἰλλυρικῷ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὕστερον δὲ ἐν Ῥώμῃ ἐπὶ Νέρωνος βασιλέως σταυροῦται κατὰ κεφαλῆς, αὐτοῦ οὕτως παθεῖν ἀξιώσαντος, θάπτεται δὲ ἐν αὐτῇ τῇ Ῥώμῃ πρὸ τριῶν Καλανδῶν Ἰουλίων, ὅ ἐστιν Ἐπιφί.
β´. Ἀνδρέας δὲ ὁ ἀδελφὸς αὐτοῦ, ὡς οἱ πρὸ ἡμῶν παραδεδώκασιν, ἐκήρυξε Σκύθαις καὶ Σογδιανοῖς καὶ Γορσίνοις καὶ ἐν Σεβαστοπόλει τῇ μεγάλῃ, ὅπου ἐστὶν ἡ παρεμβολὴ Ἄψαρος καὶ Ὕσσου λιμὴν καὶ Φᾶσις ποταμός, ἔνθα οἰκοῦσιν 109 Αἰθίοπες, θάπτεται δὲ ἐν Πάτραις τῆς Ἀχαίας σταυρῷ προσδεθεὶς ὑπὸ Αἰγεάτου τοῦ ἡγεμόνος Πατρῶν...