19 Μαρτίου 2013

Ευάγριος Ποντικός - Γαστριμαργία, εγκράτεια, πορνεία, σωφροσύνη

Ἔστιν οὖν γαστριμαργία, πορνείας μήτηρ, τροφὸς λογισμῶν, νηστείας ἀτονία, ἀσκήσεως φίμωτρον, στοχασμοῦ φόβητρον, ἐξεικονισμὸς βρωμάτων, σκιαγράφος ἀρτυμάτων, ἀνειμένος πῶλος, ἀχαλίνωτος μανία, δοχεῖον νόσου, ὑγείας φθόνος, φραγμὸς συρίγγων, στεναγμὸς ἐντέρων, ὕβρεων πέρας, πορνείας σύμμιστος, διανοίας ῥύπος, σώματος ἀσθένεια, φορτικὸς ὕπνος, ἀμειδὴς θάνατος. Ἐγκράτεια, γαστρὸς χαλινὸς, ἀπληστείας δὲ μάστιξ, συμμετρίας δὲ σταθμὸς, ἀδηφαγίας δὲ κημὸς, ἀναπαύσεως ἀποταγὴ, σκληρουχίας συνταγὴ, λογισμῶν δαμαστήριον ἀγρυπνίας ὄμμα, πυρώσεως ῥύσις, σώματος παιδαγωγὸς, πόνων πύργος, καὶ τρόπων τεῖχος, ἠθῶν καταστολὴ, καὶ παθῶν ἀναστολὴ, νέκρωσις μελῶν, ἀναβίωσις ψυχῶν, ἀναστάσεως μίμημα, ἁγιασμοῦ πολίτευμα...
Πορνεία, λαιμαργίας κύημα, προμαλακτὴρ καρδίας, πυρώσεως κάμινος, νυμφαγωγὸς εἰδώλων, ἀσυγγενὴς πρᾶξις, σκιαζομένη μορφὴ, φανταζομένη συμπλοκὴ, ἐνυπνίων κλίνη, ἀναίσθητος συνουσία, ὀφθαλμῶν δόλος, βλέμματος ἀναίδεια, εὐχῆς ἐντροπὴ, καρδίας αἰσχύνη, ἀγνωσίας ὁδηγός. Σωφροσύνη, ἀληθείας στολὴ, ἀσελγείας πέλυξ, ὀφθαλμῶν ἡνίοχος, ἐπίσκοπος λογισμῶν, ἐννοίας περιτομὴ, ἀκολασίας δὲ ἐκτομὴ, φύσεως ἀντίφυτος, καὶ πυρώσεως ἀντίθετος, ἔργων ἐπεργὸς, καὶ ἐγκρατείας συνεργὸς, καρδίας λαμπτὴρ, εὐχῆς γνώμων.

http://iereasanatolikisekklisias.blogspot.com/2010/02/blog-post_6155.html#ixzz2O0io7vxf

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου